Luke 18 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 11: Line 11:
* [[Luke 18:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[1223|διά]] [[1065|γε]] [[3588|τὸ]] [[3930|παρέχειν]] [[3427|μοι]] [[2873|κόπον]] [[3588|τὴν]] [[5503|χήραν]] [[3778|ταύτην,]] [[1556|ἐκδικήσω]] [[846|αὐτήν,]] [[2443|ἵνα]] [[3361|μὴ]] [[1519|εἰς]] [[5056|τέλος]] [[2064|ἐρχομένη]] [[5299|ὑπωπιάζῃ]] [[3165|με]].
* [[Luke 18:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[1223|διά]] [[1065|γε]] [[3588|τὸ]] [[3930|παρέχειν]] [[3427|μοι]] [[2873|κόπον]] [[3588|τὴν]] [[5503|χήραν]] [[3778|ταύτην,]] [[1556|ἐκδικήσω]] [[846|αὐτήν,]] [[2443|ἵνα]] [[3361|μὴ]] [[1519|εἰς]] [[5056|τέλος]] [[2064|ἐρχομένη]] [[5299|ὑπωπιάζῃ]] [[3165|με]].
-
* [[Luke 18:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.  
+
* [[Luke 18:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[2036|εἶπε]] [[1161|δὲ]] [[3588|]] [[2962|Κύριος,]] [[191|Ἀκούσατε]] [[5101|τί]] [[3588|]] [[2923|κριτὴς]] [[3588|τῆς]] [[93|ἀδικίας]] [[3004|λέγει]].  
-
* [[Luke 18:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] ὁ δὲ Θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς;  
+
* [[Luke 18:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] [[3588|]] [[1161|δὲ]] [[2316|Θεὸς]] [[3756|οὐ]] [[3361|μὴ]] [[4160|ποιήσει]] [[3588|τὴν]] [[1557|ἐκδίκησιν]] [[3588|τῶν]] [[1588|ἐκλεκτῶν]] [[846|αὐτοῦ]] [[3588|τῶν]] [[994|βοώντων]] [[4314|πρὸς]] [[846|αὐτὸν]] [[2250|ἡμέρας]] [[2532|καὶ]] [[3571|νυκτός,]] [[2532|καὶ]] [[3114|μακροθυμῶν]] [[1909|ἐπ’]] [[846|αὐτοῖς]];  
-
* [[Luke 18:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
+
* [[Luke 18:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] [[3004|λέγω]] [[5213|ὑμῖν]] [[3754|ὅτι]] [[4160|ποιήσει]] [[3588|τὴν]] [[1557|ἐκδίκησιν]] [[846|αὐτῶν]] [[1722|ἐν]] [[5034|τάχει]]. [[4133|πλὴν]] [[3588|]] [[5207|υἱὸς]] [[3588|τοῦ]] [[444|ἀνθρώπου]] [[2064|ἐλθὼν]] [[687|ἆρα]] [[2147|εὑρήσει]] [[3588|τὴν]] [[4102|πίστιν]] [[1909|ἐπὶ]] [[3588|τῆς]] [[1093|γῆς]];
-
* [[Luke 18:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·  
+
* [[Luke 18:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] [[2036|Εἶπε]] [[1161|δὲ]] [[2532|καὶ]] [[4314|πρός]] [[5100|τινας]] [[3588|τοὺς]] [[3982|πεποιθότας]] [[1909|ἐφ’]] [[1438|ἑαυτοῖς]] [[3754|ὅτι]] [[1526|εἰσὶ]] [[1342|δίκαιοι,]] [[2532|καὶ]] [[1848|ἐξουθενοῦντας]] [[3588|τοὺς]] [[3062|λοιπούς,]] [[3588|τὴν]] [[3850|παραβολὴν]] [[3778|ταύτην·]]
-
* [[Luke 18:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.  
+
* [[Luke 18:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[444|Ἄνθρωποι]] [[1417|δύο]] [[305|ἀνέβησαν]] [[1519|εἰς]] [[3588|τὸ]] [[2411|ἱερὸν]] [[4336|προσεύξασθαι·]] [[3588|]] [[1520|εἷς]] [[5330|Φαρισαῖος,]] [[2532|καὶ]] [[3588|]] [[2087|ἕτερος]] [[5057|τελώνης]].
* [[Luke 18:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης  
* [[Luke 18:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης  

Revision as of 03:28, 2 June 2016

  • 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης
  • 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
  • 13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
  • 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
  • 15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
  • 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
  • 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
  • 18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
  • 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.
  • 20 τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
  • 21 ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητος μου.
  • 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.
  • 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
  • 24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
  • 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
  • 26 εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
  • 27 ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ.
  • 28 εἶπε δὲ ὁ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.
  • 29 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
  • 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
  • 31 Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
  • 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
  • 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
  • 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
  • 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
  • 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
  • 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
  • 38 καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
  • 41 λέγων Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.
  • 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
  • 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Personal tools