Luke 18 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 21: Line 21:
* [[Luke 18:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[444|Ἄνθρωποι]] [[1417|δύο]] [[305|ἀνέβησαν]] [[1519|εἰς]] [[3588|τὸ]] [[2411|ἱερὸν]] [[4336|προσεύξασθαι·]] [[3588|ὁ]] [[1520|εἷς]] [[5330|Φαρισαῖος,]] [[2532|καὶ]] [[3588|ὁ]] [[2087|ἕτερος]] [[5057|τελώνης]].
* [[Luke 18:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[444|Ἄνθρωποι]] [[1417|δύο]] [[305|ἀνέβησαν]] [[1519|εἰς]] [[3588|τὸ]] [[2411|ἱερὸν]] [[4336|προσεύξασθαι·]] [[3588|ὁ]] [[1520|εἷς]] [[5330|Φαρισαῖος,]] [[2532|καὶ]] [[3588|ὁ]] [[2087|ἕτερος]] [[5057|τελώνης]].
-
* [[Luke 18:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης  
+
* [[Luke 18:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] [[3588|]] [[5330|Φαρισαῖος]] [[2476|σταθεὶς]] [[4314|πρὸς]] [[1438|ἑαυτὸν]] [[5023|ταῦτα]] [[4336|προσηύχετο,]] [[3588|]] [[2316|Θεός,]] [[2168|εὐχαριστῶ]] [[4671|σοι]] [[3754|ὅτι]] [[3756|οὐκ]] [[1510|εἰμὶ]] [[5618|ὥσπερ]] [[3588|οἱ]] [[3062|λοιποὶ]] [[3588|τῶν]] [[444|ἀνθρώπων,]] [[727|ἅρπαγες,]] [[94|ἄδικοι,]] [[3432|μοιχοί,]] [[2228|]] [[2532|καὶ]] [[5613|ὡς]] [[3778|οὗτος]] [[3588|]] [[5057|τελώνης]]
-
* [[Luke 18:12 Greek NT: Scrivener's Textus Receptus (1894)|12]] νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.  
+
* [[Luke 18:12 Greek NT: Scrivener's Textus Receptus (1894)|12]] [[3522|νηστεύω]] [[1364|δὶς]] [[3588|τοῦ]] [[4521|σαββάτου,]] [[586|ἀποδεκατῶ]] [[3956|πάντα]] [[3745|ὅσα]] [[2932|κτῶμαι]].  
-
* [[Luke 18:13 Greek NT: Scrivener's Textus Receptus (1894)|13]] καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.  
+
* [[Luke 18:13 Greek NT: Scrivener's Textus Receptus (1894)|13]] [[2532|καὶ]] [[3588|]] [[5057|τελώνης]] [[3113|μακρόθεν]] [[2476|ἑστὼς]] [[3756|οὐκ]] [[2309|ἤθελεν]] [[3761|οὐδὲ]] [[3588|τοὺς]] [[3788|ὀφθαλμοὺς]] [[1519|εἰς]] [[3588|τὸν]] [[3772|οὐρανὸν]] [[1869|ἐπᾶραι,]] [[235|ἀλλ’]] [[5180|ἔτυπτεν]] [[1519|εἰς]] [[3588|τὸ]] [[4738|στῆθος]] [[846|αὐτοῦ,]] [[3004|λέγων,]] [[3588|]] [[2316|Θεός,]] [[2433|ἱλάσθητί]] [[3427|μοι]] [[3588|τῷ]] [[268|ἁμαρτωλῷ]].  
-
* [[Luke 18:14 Greek NT: Scrivener's Textus Receptus (1894)|14]] λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
+
* [[Luke 18:14 Greek NT: Scrivener's Textus Receptus (1894)|14]] [[3004|λέγω]] [[5213|ὑμῖν,]] [[2597|κατέβη]] [[3778|οὗτος]] [[1344|δεδικαιωμένος]] [[1519|εἰς]] [[3588|τὸν]] [[3624|οἶκον]] [[846|αὐτοῦ]] [[2228|]] [[1565|ἐκεῖνος·]] [[3754|ὅτι]] [[3956|πᾶς]] [[3588|]] [[5312|ὑψῶν]] [[1438|ἑαυτὸν]] [[5013|ταπεινωθήσεται,]] [[3588|]] [[1161|δὲ]] [[5013|ταπεινῶν]] [[1438|ἑαυτὸν]] [[5312|ὑψωθήσεται]].
-
* [[Luke 18:15 Greek NT: Scrivener's Textus Receptus (1894)|15]] Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.  
+
* [[Luke 18:15 Greek NT: Scrivener's Textus Receptus (1894)|15]] [[4374|Προσέφερον]] [[1161|δὲ]] [[846|αὐτῷ]] [[2532|καὶ]] [[3588|τὰ]] [[1025|βρέφη,]] [[2443|ἵνα]] [[846|αὐτῶν]] [[680|ἅπτηται·]] [[1492|ἰδόντες]] [[1161|δὲ]] [[3588|οἱ]] [[3101|μαθηταὶ]] [[2008|ἐπετίμησαν]] [[846|αὐτοῖς]].
* [[Luke 18:16 Greek NT: Scrivener's Textus Receptus (1894)|16]] ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.  
* [[Luke 18:16 Greek NT: Scrivener's Textus Receptus (1894)|16]] ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.  

Revision as of 03:44, 2 June 2016

  • 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
  • 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
  • 18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
  • 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.
  • 20 τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
  • 21 ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητος μου.
  • 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.
  • 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
  • 24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
  • 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
  • 26 εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
  • 27 ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ.
  • 28 εἶπε δὲ ὁ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.
  • 29 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
  • 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
  • 31 Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
  • 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
  • 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
  • 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
  • 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
  • 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
  • 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
  • 38 καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
  • 41 λέγων Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.
  • 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
  • 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Personal tools