Luke 18 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
(New page: {{Greek NT Scrivener's Textus Receptus}} * 1 Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δε...)
Line 1: Line 1:
{{Greek NT Scrivener's Textus Receptus}}
{{Greek NT Scrivener's Textus Receptus}}
-
* [[Luke 18:1 Greek NT: Scrivener's Textus Receptus (1894)|1]] Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν,  
+
* [[Luke 18:1 Greek NT: Scrivener's Textus Receptus (1894)|1]] [[3004|Ἔλεγε]] [[1161|δὲ]] [[2532|καὶ]] [[3850|παραβολὴν]] [[846|αὐτοῖς]] [[4314|πρὸς]] [[3588|τὸ]] [[1163|δεῖν]] [[3842|πάντοτε]] [[4336|προσεύχεσθαι,]] [[2532|καὶ]] [[3361|μὴ]] [[1573|ἐκκακεῖν,]]
-
* [[Luke 18:2 Greek NT: Scrivener's Textus Receptus (1894)|2]] λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος·  
+
* [[Luke 18:2 Greek NT: Scrivener's Textus Receptus (1894)|2]] [[3004|λέγων,]] [[2923|Κριτής]] [[5100|τις]] [[2258|ἦν]] [[1722|ἔν]] [[5100|τινι]] [[4172|πόλει,]] [[3588|τὸν]] [[2316|Θεὸν]] [[3361|μὴ]] [[5399|φοβούμενος,]] [[2532|καὶ]] [[444|ἄνθρωπον]] [[3361|μὴ]] [[1788|ἐντρεπόμενος·]]
-
* [[Luke 18:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.  
+
* [[Luke 18:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3]] [[5503|χήρα]] [[1161|δὲ]] [[2258|ἦν]] [[1722|ἐν]] [[3588|τῇ]] [[4172|πόλει]] [[1565|ἐκείνῃ,]] [[2532|καὶ]] [[2064|ἤρχετο]] [[4314|πρὸς]] [[846|αὐτόν,]] [[3004|λέγουσα,]] [[1556|Ἐκδίκησόν]] [[3165|με]] [[575|ἀπὸ]] [[3588|τοῦ]] [[476|ἀντιδίκου]] [[3450|μου]].  
-
* [[Luke 18:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι·  
+
* [[Luke 18:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4]] [[2532|καὶ]] [[3756|οὐκ]] [[2309|ἠθέλησεν]] [[1909|ἐπὶ]] [[5550|χρόνον·]] [[3326|μετὰ]] [[1161|δὲ]] [[5023|ταῦτα]] [[2036|εἶπεν]] [[1722|ἐν]] [[1438|ἑαυτῷ,]] [[1487|Εἰ]] [[2532|καὶ]] [[3588|τὸν]] [[2316|Θεὸν]] [[3756|οὐ]] [[5399|φοβοῦμαι,]] [[2532|καὶ]] [[444|ἄνθρωπον]] [[3756|οὐκ]] [[1788|ἐντρέπομαι·]]
-
* [[Luke 18:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.  
+
* [[Luke 18:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[1223|διά]] [[1065|γε]] [[3588|τὸ]] [[3930|παρέχειν]] [[3427|μοι]] [[2873|κόπον]] [[3588|τὴν]] [[5503|χήραν]] [[3778|ταύτην,]] [[1556|ἐκδικήσω]] [[846|αὐτήν,]] [[2443|ἵνα]] [[3361|μὴ]] [[1519|εἰς]] [[5056|τέλος]] [[2064|ἐρχομένη]] [[5299|ὑπωπιάζῃ]] [[3165|με]].
* [[Luke 18:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.  
* [[Luke 18:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.  

Revision as of 03:15, 2 June 2016

  • 6 εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
  • 7 ὁ δὲ Θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς;
  • 8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
  • 9 Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·
  • 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
  • 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης
  • 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
  • 13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
  • 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
  • 15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
  • 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
  • 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
  • 18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
  • 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.
  • 20 τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
  • 21 ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητος μου.
  • 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.
  • 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
  • 24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
  • 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
  • 26 εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
  • 27 ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ.
  • 28 εἶπε δὲ ὁ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.
  • 29 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
  • 30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
  • 31 Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
  • 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
  • 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
  • 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
  • 35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
  • 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
  • 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
  • 38 καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
  • 41 λέγων Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.
  • 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
  • 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Personal tools