John 14 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 11: Line 11:
* [[John 13:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[3004|λέγει]] [[846|αὐτῷ]] [[2381|Θωμᾶς]], [[2962|Κύριε]], [[3756|οὐκ]] [[1492|οἴδαμεν]] [[4226|ποῦ]] [[5217|ὑπάγεις]]· [[2532|καὶ]] [[4459|πῶς]] [[1410|δυνάμεθα]] [[3588|τὴν]] [[3598|ὁδὸν]] [[1492|εἰδέναι]];
* [[John 13:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[3004|λέγει]] [[846|αὐτῷ]] [[2381|Θωμᾶς]], [[2962|Κύριε]], [[3756|οὐκ]] [[1492|οἴδαμεν]] [[4226|ποῦ]] [[5217|ὑπάγεις]]· [[2532|καὶ]] [[4459|πῶς]] [[1410|δυνάμεθα]] [[3588|τὴν]] [[3598|ὁδὸν]] [[1492|εἰδέναι]];
-
* [[John 13:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ.  
+
* [[John 13:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[3004|λέγει]] [[846|αὐτῷ]] [[3588|]] [[2424|Ἰησοῦς]], [[1473|Ἐγώ]] [[1510|εἰμι]] [[3588|]] [[3598|ὁδὸς]] [[2532|καὶ]] [[3588|]] [[225|ἀλήθεια]] [[2532|καὶ]] [[3588|]] [[2222|ζωή]]· [[3762|οὐδεὶς]] [[2064|ἔρχεται]] [[4314|πρὸς]] [[3588|τὸν]] [[3962|πατέρα]], [[1487|εἰ]] [[3361|μὴ]] [[1223|δι’]] [[1700|ἐμοῦ]].  
-
* [[John 13:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] εἰ ἐγνώκειτέ με; καὶ τὸν πατέρα μου ἐγνώκειτε ἂν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν.
+
* [[John 13:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] [[1487|εἰ]] [[1097|ἐγνώκειτέ]] [[3165|με]]; [[2532|καὶ]] [[3588|τὸν]] [[3962|πατέρα]] [[3450|μου]] [[1097|ἐγνώκειτε]] [[302|ἂν]]· [[2532|καὶ]] [[575|ἀπ’]] [[737|ἄρτι]] [[1097|γινώσκετε]] [[846|αὐτόν]], [[2532|καὶ]] [[3708|ἑωράκατε]] [[846|αὐτόν]].
-
* [[John 13:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.  
+
* [[John 13:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] [[3004|λέγει]] [[846|αὐτῷ]] [[5376|Φίλιππος]], [[2962|Κύριε]], [[1166|δεῖξον]] [[2254|ἡμῖν]] [[3588|τὸν]] [[3962|πατέρα]], [[2532|καὶ]] [[714|ἀρκεῖ]] [[2254|ἡμῖν]].  
-
* [[John 13:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα;  
+
* [[John 13:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] [[3004|λέγει]] [[846|αὐτῷ]] [[3588|]] [[2424|Ἰησοῦς]], [[5118|Τοσοῦτον]] [[5550|χρόνον]] [[3326|μεθ’]] [[5216|ὑμῶν]] [[1510|εἰμι]], [[2532|καὶ]] [[3756|οὐκ]] [[1097|ἔγνωκάς]] [[3165|με]], [[5376|Φίλιππε]]; [[3588|]] [[3708|ἑωρακὼς]] [[1691|ἐμέ]], [[3708|ἑώρακε]] [[3588|τὸν]] [[3962|πατέρα]]· [[2532|καὶ]] [[4459|πῶς]] [[4771|σὺ]] [[3004|λέγεις]], [[1166|Δεῖξον]] [[2254|ἡμῖν]] [[3588|τὸν]] [[3962|πατέρα]];  
-
* [[John 13:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.  
+
* [[John 13:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[3756|οὐ]] [[4100|πιστεύεις]] [[3754|ὅτι]] [[1473|ἐγὼ]] [[1722|ἐν]] [[3588|τῷ]] [[3962|πατρί]], [[2532|καὶ]] [[3588|]] [[3962|πατὴρ]] [[1722|ἐν]] [[1698|ἐμοί]] [[2076|ἐστι]]; [[3588|τὰ]] [[4487|ῥήματα]] [[3739|]] [[1473|ἐγὼ]] [[2980|λαλῶ]] [[5213|ὑμῖν]], [[575|ἀπ’]] [[1683|ἐμαυτοῦ]] [[3756|οὐ]] [[2980|λαλῶ]]· [[3588|]] [[1161|δὲ]] [[3962|πατὴρ]] [[3588|]] [[1722|ἐν]] [[1698|ἐμοὶ]] [[3306|μένων]], [[846|αὐτὸς]] [[4160|ποιεῖ]] [[3588|τὰ]] [[2041|ἔργα]].
* [[John 13:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.  
* [[John 13:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11]] πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.  

Revision as of 14:34, 18 June 2016

  • 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
  • 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι.
  • 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
  • 14 ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
  • 15 ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.
  • 16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα,
  • 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.
  • 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.
  • 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε
  • 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.
  • 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
  • 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;
  • 23 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.
  • 24 ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
  • 25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων.
  • 26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
  • 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.
  • 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι.
  • 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε.
  • 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·
  • 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Personal tools