Matthew 4 Greek NT: Beza's Textus Receptus (1598)
From Textus Receptus
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:2 Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:3 Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 Ὀ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:6 Καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ Ὀτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:7 ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:9 Καὶ λέγει αὐτῷ, Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:13 Καὶ καταλιπὼν τὴν Ναζαρὲθ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:14 Ἰνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:16 Ὀ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, καὶ λέγειν, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:18 Περιπατῶν δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· (ἦσαν γὰρ ἁλιεῖς)
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:19 Καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:20 Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:21 Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα· αὐτῶν καὶ ἐκάλεσεν αὐτούς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:22 Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:25 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου.