Mark 3 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 4 Καὶ λέγει |αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
- 5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα σου. Καὶ ἐξέτεινε, Καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
- 6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὲως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
- 7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· Καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, Καὶ ἀπὸ τῆς Ἰουδαίας,
- 8 Καὶ ἀπὸ Ἱεροσολύμων, Καὶ ἀπὸ τῆς Ἰδουμαίας, Καὶ πέραν τοῦ Ἰορδάνου, Καὶ οἱ περὶ Τύρον Καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
- 11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, Καὶ ἔκραζε, λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
- 17 Καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, Καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· Καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·
- 18 Καὶ Ἀνδρέαν, Καὶ Φίλιππον, Καὶ Βαρθολομαῖον, Καὶ Ματθαῖον, Καὶ Θωμᾶν, Καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, Καὶ Θαδδαῖον, Καὶ Σίμωνα τὸν Κανανίτην,
- 22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, Καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
- 27 οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
- 28 ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, Καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·
- 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως
- 30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
- 31 Ἔρχονται οῦν οἱ ἀδελφοὶ Καὶ ἡ μήτηρ αὐτοῦ, Καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν.