Luke 7 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 16:26, 13 May 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 41 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· εἷς ὤφειλε δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα.
  • 42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἶπέ, πλεῖον αὐτὸν ἀγαπήσει;
  • 43 ἀποκριθεὶς δὲ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.
  • 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.
  • 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ’ ἧς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
  • 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
  • 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
  • 48 εἶπε δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
  • 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
Personal tools