Luke 10 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 03:35, 19 May 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι Ἰησοῦς, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις• ναί, πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
  • 22 πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου• καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱός, εἰ μὴ πατήρ, καὶ τίς ἐστιν πατήρ, εἰ μὴ υἱὸς, καὶ ᾧ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι.
  • 23 καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
  • 24 λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον• καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
  • 25 καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
  • 26 δὲ εἶπε πρὸς αὐτόν, ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
  • 27 δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου• καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
  • 28 εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης• τοῦτο ποίει, καὶ ζήσῃ.
  • 30 ὑπολαβὼν δὲ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
  • 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ• καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν.
  • 32 ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.
  • 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ’ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη,
  • 34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον• ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.
  • 35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ• καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
  • 36 τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
  • 37 δὲ εἶπεν, ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν οὖν αὐτῷ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
  • 38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά• γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς.
  • 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριά, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ.
  • 40δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν• ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
  • 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά•
  • 42 ἑνὸς δέ ἐστι χρεία• Μαριά δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.
Personal tools