Luke 10 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 04:11, 19 May 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 36 τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
  • 37 δὲ εἶπεν, ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν οὖν αὐτῷ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
  • 38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά• γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς.
  • 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριά, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ.
  • 40δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν• ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
  • 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά•
  • 42 ἑνὸς δέ ἐστι χρεία• Μαριά δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.