Luke 23 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 09:18, 4 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνος τινος Κυρηναίου τοῦ ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
  • 28 στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπε, Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε Καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
  • 29 ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, Καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, Καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν.
  • 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, Πέσετε ἐφ’ ἡμᾶς· Καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς.
  • 34 δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
  • 35 Καὶ εἱστήκει λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ Καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν Χριστός, τοῦ Θεοῦ ἐκλεκτός.
  • 37 Καὶ λέγοντες, Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
  • 38 ἦν δὲ Καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ’ αὐτῷ γράμμασιν Ἑλληνικοῖς Καὶ Ρωμαϊκοῖς Καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν βασιλεὺς τῶν Ἰουδαίων.
  • 39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, λέγων, Εἰ σὺ εἶ Χριστός, σῶσον σεαυτὸν Καὶ ἡμᾶς.
  • 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
  • 42 Καὶ ἔλεγε τᾠ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἕν τῇ βασιλείᾳ σου.
  • 43 Καὶ εἶπεν αὐτῷ, Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
  • 44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, Καὶ σκότος ἐγένετο ἐφ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
  • 45 Καὶ ἐσκοτίσθη ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
  • 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· Καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
  • 47 ἰδὼν δὲ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν.
  • 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
  • 50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς Καὶ δίκαιος
  • 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ Καὶ τῇ πράξει αὐτῶν, ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς Καὶ προσεδέχετο Καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ·
  • 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
  • 53 Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, Καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος.
  • 54 Καὶ ἡμέρα ἦν Παρασκευή, Καὶ σάββατον ἐπέφωσκε.
  • 55 κατακολουθήσασαι δὲ Καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, Καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
  • 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα Καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
Personal tools