John 9 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 14:41, 14 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ αὐτοῦ λαλήσει.
  • 22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
  • 24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, Καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
  • 25 ἀπεκρίθη οὖν ἐκεῖνος Καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.
  • 26 εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
  • 28 ἐλοιδόρησαν οὖν αὐτόν, Καὶ εἶπον, Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.
  • 29 ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
  • 30 ἀπεκρίθη ἄνθρωπος Καὶ εἶπεν αὐτοῖς, ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, Καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
  • 31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
  • 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
  • 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
  • 34 ἀπεκρίθησαν Καὶ εἶπον αὐτῷ, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, Καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
  • 35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· Καὶ εὑρὼν αὐτόν, εἶπεν, αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
  • 39 Καὶ εἶπεν Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, Καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
  • 41 εἶπεν αὐτοῖς Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.
Personal tools