John 9 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:00, 14 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν Θεὸς οὐκ ἀκούει· ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
  • 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
  • 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
  • 34 ἀπεκρίθησαν Καὶ εἶπον αὐτῷ, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, Καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
  • 35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· Καὶ εὑρὼν αὐτόν, εἶπεν, αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
  • 39 Καὶ εἶπεν Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, Καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
  • 41 εἶπεν αὐτοῖς Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.