Mark 13 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 16:03, 20 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
  • 12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, Καὶ πατὴρ τέκνον· Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, Καὶ θανατώσουσιν αὐτούς·
  • 13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
  • 14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
  • 15 δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
  • 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις Καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
  • 18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
  • 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣς ἔκτισεν Θεὸς ἕως τοῦ νῦν, Καὶ οὐ μὴ γένηται.
  • 20 Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.
  • 21 Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἴδού, ὧδε Χριστός, ἢ Ἰδού, ἐκεῖ, μὴ πιστεύσητε
  • 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι Καὶ ψευδοπροφῆται, Καὶ δώσουσι σημεῖα Καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, Καὶ τοὺς ἐκλεκτούς.
  • 23 ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν πάντα.
  • 24 Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ἥλιος σκοτισθήσεται, Καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
  • 25 Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, Καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
  • 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς Καὶ δόξης.
  • 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, Καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
  • 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη κλάδος ἁπαλὸς γένηται Καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
  • 29 οὕτω Καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
  • 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται.
  • 31 οὐρανὸς Καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
  • 32 περὶ δὲ τῆς ἡμέρας ἐκείνης Καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ υἱός, εἰ μὴ πατήρ.
  • 33 βλέπετε, ἀγρυπνεῖτε Καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν.
  • 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, Καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, Καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, Καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
  • 35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ·
  • 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
  • 37δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.