Matthew 1 Greek NT: Beza's Textus Receptus (1598)
From Textus Receptus
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ. Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ. Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:4 δὲ ἐγέννησε τὸν Ἀμιναδάβ. Ἀμιναδάβ δὲ ἐγέννησε τὸν Ναασσών. Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ. Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ. Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβίδ τὸν βασιλέα. Δαβίδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ. Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά. Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ. Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ. Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ. Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ. Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:10 Ἑζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ. Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών. Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ. Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ. Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ. Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ. Σαδὲκ δὲ ἐγέννησε τὸν Ἀχείμ. Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ. Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν. Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ, τὸν ἄνδρα Μαρίας ἐξ ἧς ἐγεννήθη ἸΗΣΟΥΣ ὁ λεγόμενος Χριστός
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβίδ, γενεαὶ δεκατέσσαρες. καὶ ἀπὸ Δαβίδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες. καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἠν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:21 τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:22 (Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:23 Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ὅ ἐστιν, μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ θεός)
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN.
The 1598 Textus Receptus (underlying the King James Version)