Mark 6 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 10:05, 9 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 48 Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης• Καὶ ἤθελε παρελθεῖν αὐτούς.
  • 49 οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμά εἶναι, Καὶ ἀνέκραξαν•
  • 50 πάντες γὰρ αὐτὸν εἶδον, Καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησε μετ’ αὐτῶν, Καὶ λέγει αὐτοῖς, Θαρσεῖτε• ἐγώ εἰμι, μὴ φοβεῖσθε.
  • 51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, Καὶ ἐκόπασεν ἄνεμος• Καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, Καὶ ἐθαύμαζον.
  • 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις• ἦν γὰρ καρδία αὐτῶν πεπωρωμένη.
  • 53 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρέτ, Καὶ προσωρμίσθησαν.
  • 54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτὸν,
  • 55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι.
  • 56 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις, ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, Καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται• Καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ ἐσώζοντο.
Personal tools