Mark 15 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:59, 24 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, Καὶ διηκόνουν αὐτῷ, Καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
  • 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστι προσάββατον,
  • 43 ἦλθεν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς Καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, Καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
  • 44 δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· Καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε.
  • 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
  • 46 Καὶ ἀγοράσας σινδόνα, Καὶ καθελὼν αὐτὸν, ἐνείλησε τῇ σινδόνι, Καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· Καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
  • 47δὲ Μαρία ἡ Μαγδαληνὴ Καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Personal tools