Mark 10 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:33, 16 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
  • 42 δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν· καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν
  • 43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται διάκονος ὑμῶν·
  • 44 καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.
  • 45 καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
  • 46 καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
  • 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, ὑιὸς Δαβίδ Ἰησοῦ, ἐλέησόν με.
  • 48 καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαβίδ, ἐλέησόν με.
  • 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββονί, ἵνα ἀναβλέψω.