Mark 2 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:19, 5 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 11 Σοὶ λέγω, ἔγειραι Καὶ ἆρον τὸν κράββατον σου, Καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
  • 12 Καὶ ἠγέρθη εὐθέως, Καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, Καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
  • 13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· Καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, Καὶ ἐδίδασκεν αὐτούς.
  • 14 Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, Καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
  • 15 Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, Καὶ πολλοὶ τελῶναι Καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ Καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, Καὶ ἠκολούθησαν αὐτῷ.
  • 16 Καὶ οἱ γραμματεῖς Καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν Καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν Καὶ ἁμαρτωλῶν ἐσθίει Καὶ πίνει;
  • 17 Καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
  • 18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου Καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· Καὶ ἔρχονται Καὶ λέγουσιν αὐτῷ, Διατί οἱ μαθηταὶ Ἰωάννου Καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
  • 19 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν νυμφίος μετ’ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ’ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
  • 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν νυμφίος, Καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς.
  • 21 Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, Καὶ χεῖρον σχίσμα γίνεται.
  • 22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει οἶνος νέος τοὺς ἀσκούς, Καὶ οἶνος ἐκχεῖται Καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
  • 23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, Καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
  • 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
  • 25 Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὅτε χρείαν ἔσχε Καὶ ἐπείνασεν αὐτὸς Καὶ οἱ μετ’ αὐτοῦ;
  • 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, Καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, Καὶ ἔδωκε Καὶ τοῖς σὺν αὐτῷ οὖσι;
  • 27 Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ἄνθρωπος διὰ τὸ σάββατον·
  • 28 ὥστε Κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου Καὶ τοῦ σαββάτου.
Personal tools