Acts 2 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
- 4 Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
- 5 Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
- 6 γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος Καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
- 7 ἐξίσταντο δὲ πάντες Καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους, Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
- 9 Πάρθοι Καὶ Μῆδοι Καὶ Ἐλαμῖται, Καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε Καὶ Καππαδοκίαν, Πόντον Καὶ τὴν Ἀσίαν,
- 10 Φρυγίαν τε Καὶ Παμφυλίαν, Αἴγυπτον Καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, Καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
- 11 Ἰουδαῖοί τε Καὶ προσήλυτοι, Κρῆτες Καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ
- 14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, Καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, Καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, Καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
- 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα• Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν Καὶ αἱ θυγατέρες ὑμῶν, Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, Καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται•
- 18 καί γε ἐπὶ τοὺς δούλους μου Καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, Καὶ προφητεύσουσι.
- 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, Καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἡ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην Καὶ ἐπιφανῆ•
- 21 Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
- 22 ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους• Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι Καὶ τέρασι Καὶ σημείοις, οἷς ἐποίησε δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς Καὶ αὐτοὶ οἴδατε,
- 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ Καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε•
- 24 ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι Οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
- 25 Δαβὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός• ὅτι ἐκ δεξιῶν μού ἐστίν, ἵνα μὴ σαλευθῶ•
- 26 διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου• ἔτι δὲ Καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι•
- 29 ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβίδ, ὅτι Καὶ ἐτελεύτησε Καὶ ἐτάφη, Καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
- 30 προφήτης οὖν ὑπάρχων, Καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,
- 31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
- 33 τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε Καὶ ἀκούετε.
- 34 οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
- 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι Καὶ Κύριον Καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
- 37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον Καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;
- 38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, Καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, Καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
- 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, Καὶ τοῖς τέκνοις ὑμῶν, Καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
- 40 ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο Καὶ παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
- 41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν• Καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
- 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων Καὶ τῇ κοινωνίᾳ, Καὶ τῇ κλάσει τοῦ ἄρτου Καὶ ταῖς προσευχαῖς.